Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.160 Joseph. AJ 1.165 (English) >>Joseph. AJ 1.170

1.163ὡς δʼ ἧκον εἰς τὴν Αἴγυπτον, ἀπέβαινε τῷ Ἁβράμῳ καθὼς ὑπενόησε· τὸ γὰρ κάλλος ἐξεβοήθη τῆς γυναικὸς αὐτοῦ· διὸ καὶ Φαραώθης βασιλεὺς τῶν Αἰγυπτίων οὐ τοῖς περὶ αὐτῆς λεγομένοις ἀρκεσθεὶς ἀλλὰ καὶ θεάσασθαι σπουδάσας οἷός τε ἦν ἅψασθαι τῆς Σάρρας. 1.164ἐμποδίζει δὲ αὐτοῦ θεὸς τὴν ἄδικον ἐπιθυμίαν νόσῳ τε καὶ στάσει τῶν πραγμάτων· καὶ θυομένῳ περὶ ἀπαλλαγῆς κατὰ μῆνιν θεοῦ τὸ δεινὸν αὐτῷ παρεῖναι ἀπεσήμαινον οἱ ἱερεῖς, ἐφʼ οἷς ἠθέλησεν ὑβρίσαι τοῦ ξένου τὴν γυναῖκα. 1.165 δὲ φοβηθεὶς ἠρώτα τὴν Σάρραν, τίς τε εἴη καὶ τίνα τοῦτον ἐπάγοιτο, πυθόμενός τε τὴν ἀλήθειαν Ἅβραμον παρῃτεῖτο· νομίζων γὰρ ἀδελφὴν ἀλλʼ οὐ γυναῖκα αὐτοῦ σπουδάσαι περὶ αὐτὴν συγγένειαν ποιήσασθαι βουλόμενος, ἀλλʼ οὐκ ἐνυβρίσαι κατʼ ἐπιθυμίαν ὡρμημένος· δωρεῖταί τε αὐτὸν πολλοῖς χρήμασι, καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν ἐπʼ αὐτῇ δόξαν ἐντεῦθεν ἐπιφανεστέραν συνέβη γενέσθαι. 1.166

Τῶν γὰρ Αἰγυπτίων διαφόροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρʼ ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκάστοις καὶ διαπτύων τοὺς λόγους οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων κενοὺς καὶ μηδὲν ἔχοντας ἀληθὲς ἀπέφαινε. 1.167θαυμασθεὶς οὖν ὑπʼ αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρονομίαν παραδίδωσι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.160 Joseph. AJ 1.165 (English) >>Joseph. AJ 1.170

Powered by PhiloLogic